Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.571 Joseph. BJ 4.578 (English) >>Joseph. BJ 4.586

4.576παρελθὼν δὲ μετὰ τῆς δυνάμεως ἐσκόπει τὰ περὶ τῆς ἑαυτοῦ δυναστείας καὶ τοὺς καλέσαντας οὐχ ἧττον ἐχθροὺς ἐνόμιζεν καθʼ ὧν ἐκέκλητο. 4.577

Σίμων μὲν οὕτως ἐνιαυτῷ τρίτῳ τοῦ πολέμου Ξανθικῷ μηνὶ Ἱεροσολύμων ἐγκρατὴς γίνεται· Ἰωάννης δὲ καὶ τὸ τῶν ζηλωτῶν πλῆθος εἰργόμενοι τῶν ἐξόδων τοῦ ἱεροῦ καὶ τὰ τῆς πόλεως ἀπολωλεκότες, παραχρῆμα γὰρ τὰ ἐκείνων οἱ περὶ τὸν Σίμωνα

-- --

διήρπασαν, ἐν ἀπόρῳ τὴν σωτηρίαν εἶχον. 4.578προσέβαλλε δὲ τῷ ἱερῷ Σίμων τοῦ δήμου βοηθοῦντος, κἀκεῖνοι καταστάντες ἐπὶ τῶν στοῶν καὶ τῶν ἐπάλξεων ἠμύνοντο τὰς προσβολάς. 4.579συχνοὶ δʼ ἔπιπτον τῶν περὶ Σίμωνα καὶ πολλοὶ τραυματίαι κατεφέροντο· ῥᾳδίως γὰρ ἐξ ὑπερδεξίου τὰς βολὰς οἱ ζηλωταὶ καὶ οὐκ ἀστόχους ἐποιοῦντο. 4.580πλεονεκτοῦντες δὲ τῷ τόπῳ καὶ πύργους ἔτι προσκατεσκεύασαν τέσσαρας μεγίστους, ὡς ἀφʼ ὑψηλοτέρων ποιοῖντο τὰς ἀφέσεις, τὸν μὲν κατὰ τὴν ἀνατολικὴν καὶ βόρειον γωνίαν, 4.581τὸν δὲ τοῦ ξυστοῦ καθύπερθεν, τὸν δὲ τρίτον κατὰ γωνίαν ἄλλην ἀντικρὺ τῆς κάτω πόλεως· 4.582 δὲ λοιπὸς ὑπὲρ τὴν κορυφὴν κατεσκεύαστο τῶν παστοφορίων, ἔνθα τῶν ἱερέων εἷς ἐξ ἔθους ἱστάμενος ἑκάστην ἑβδομάδα εἰσιοῦσαν προεσήμαινε σάλπιγγι δείλης καὶ τελεσθεῖσαν αὖθις περὶ ἑσπέραν, ὅτε μὲν ἀνέργειαν τῷ λαῷ καταγγέλλων, ὅτε δʼ ἔργων ἔχεσθαι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.571 Joseph. BJ 4.578 (English) >>Joseph. BJ 4.586

Powered by PhiloLogic